<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="264"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="265">ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν</l><l n="266">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.</l><l n="267">ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="268">ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ</l><l n="269">ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον</l><l n="270">μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.</l><l n="271">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="272">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,</l><l n="273">ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα</l><l n="274">κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.</l><l n="275">τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="276">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,</l><l n="277">Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,</l><l n="278">καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας</l><l n="279">ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l></q></div></div></body></text></TEI>