ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,