τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά· εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν· εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς