<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="258">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους</l><l n="260">ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.</l><l n="261">ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="262">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·</l><l n="263">τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.</l><milestone ed="p" n="264" unit="card"/><l n="264"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="265">ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν</l><l n="266">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.</l><l n="267">ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="268">ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ</l><l n="269">ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον</l></div></div></body></text></TEI>