οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο. ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·