αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί· τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο· οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο. ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον· τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά· εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν· εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω. ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν. ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ· Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο· Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,