ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε· αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί· τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·