<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="248">κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·</l><l n="249">ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·</l><q><l n="250">ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι</l><l n="251">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων</l><l n="252">ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·</l><l n="253">αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος</l><l n="254">μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·</l><l n="255">τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·</l><l n="256">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="257">ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται</l><l n="258">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους</l><l n="260">ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.</l><l n="261">ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="262">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·</l><l n="263">τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.</l></div></div></body></text></TEI>