<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="235">οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·</l><l n="236">δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν</l><l n="237">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα</l><l n="238">αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.</l><l n="239">ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,</l><l n="240">ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,</l><l n="241">νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν</l><l n="242">αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα</l><l n="244">ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.</l><l n="245"><milestone ed="P" unit="para"/>κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ</l><l n="246">ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης</l><l n="247">ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν</l><l n="248">κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·</l><l n="249">ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·</l><q><l n="250">ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι</l><l n="251">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων</l><l n="252">ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·</l><l n="253">αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος</l><l n="254">μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·</l><l n="255">τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·</l><l n="256">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="257">ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται</l><l n="258">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους</l><l n="260">ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.</l><l n="261">ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="262">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·</l><l n="263">τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.</l><milestone ed="p" n="264" unit="card"/><l n="264"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="265">ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν</l><l n="266">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.</l><l n="267">ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="268">ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ</l><l n="269">ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον</l></div></div></body></text></TEI>