<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="232">πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος</l><l n="233">οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.</l><l n="234">νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,</l><l n="235">οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·</l><l n="236">δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν</l><l n="237">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα</l><l n="238">αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.</l><l n="239">ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,</l><l n="240">ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,</l><l n="241">νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν</l><l n="242">αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα</l><l n="244">ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.</l><l n="245"><milestone ed="P" unit="para"/>κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ</l><l n="246">ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης</l><l n="247">ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν</l></div></div></body></text></TEI>