πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην· δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι, νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν. ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν