Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.