τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·