<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="224">οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.</l></q><milestone ed="p" n="225" unit="card"/><l n="225"><milestone ed="P" unit="para"/>τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·</l><q><l n="226">τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="227">ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;</l></q><l n="228"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="229">οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·</l><l n="230">Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς</l><l n="231">ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.</l><l n="232">πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος</l><l n="233">οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.</l><l n="234">νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,</l><l n="235">οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·</l><l n="236">δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν</l><l n="237">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα</l><l n="238">αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.</l><l n="239">ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,</l><l n="240">ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,</l><l n="241">νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν</l><l n="242">αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα</l><l n="244">ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.</l><l n="245"><milestone ed="P" unit="para"/>κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ</l><l n="246">ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης</l><l n="247">ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν</l><l n="248">κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·</l><l n="249">ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·</l><q><l n="250">ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι</l><l n="251">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων</l><l n="252">ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·</l><l n="253">αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος</l><l n="254">μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·</l><l n="255">τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·</l><l n="256">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="257">ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται</l><l n="258">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους</l><l n="260">ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.</l><l n="261">ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="262">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·</l><l n="263">τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.</l><milestone ed="p" n="264" unit="card"/><l n="264"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="265">ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν</l><l n="266">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.</l><l n="267">ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="268">ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ</l><l n="269">ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον</l><l n="270">μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.</l><l n="271">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="272">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,</l><l n="273">ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα</l><l n="274">κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.</l><l n="275">τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="276">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,</l><l n="277">Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,</l><l n="278">καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας</l><l n="279">ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="280">ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·</l><l n="281">εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ</l><l n="282">αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,</l><l n="283">ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·</l><l n="284">εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,</l><l n="285">Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,</l><l n="286">τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="287">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l><l n="288">εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="289">τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,</l><l n="290">αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς</l><l n="291">αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·</l><l n="293">καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας</l><l n="294">θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.</l><l n="295">οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν</l><l n="296">ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.</l><l n="297">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="298">Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="299">ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν</l><l n="300">ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος</l><l n="301">αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.</l><milestone ed="p" n="302" unit="card"/></q><l n="302"><milestone ed="P" unit="para"/>ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.</l><l n="303">τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·</l><q><l n="304">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="305">ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="306">ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι</l><l n="307">μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="308">Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="309">ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,</l><l n="311">ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="312">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.</l><l n="313">τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·</l><l n="314">Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς</l><l n="315">χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα</l><l n="316">κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,</l><l n="317">ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.</l><l n="318">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,</l><l n="319">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="320">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="321">ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,</l><l n="322">τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,</l><l n="323">ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.</l></q><l n="324"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ</l><l n="325">ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.</l><l n="326">οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ</l><l n="327">ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·</l><l n="328">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ</l><l n="329">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.</l><l n="330">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="331">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="332">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν</l><l n="333">οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.</l><l n="334">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="335">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="336">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="337">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="338">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.</l><l n="339">ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.</l><milestone ed="p" n="340" unit="card"/><l n="340"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="341">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο</l><l n="342">δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="343">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="344">καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ</l><l n="345">σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.</l><l n="346">πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,</l><l n="347">καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,</l><l n="348">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="349">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ</l><l n="350">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><q><l n="351">Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε</l><l n="352">δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,</l><l n="353">ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="354">ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.</l></q><l n="355"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="356">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·</l><l n="357">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="358">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="359">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="360">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="362">πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="363">τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.</l><l n="364">Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="365">Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="366">ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·</l><l n="367">νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος</l><l n="368">ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.</l></q><l n="369"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,</l><l n="370">ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="371">ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,</l><l n="372">ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.</l><l n="373">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="374">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="375">ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·</l><l n="376">κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.</l><l n="377">τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="378">ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·</l><l n="379">αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων</l><l n="380">ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη</l><l n="381">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="382">κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.</l><milestone ed="p" n="383" unit="card"/><l n="383">αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε</l><l n="384">πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·</l><l n="385">χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,</l><l n="386">γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν</l><l n="387">εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ</l><l n="388">ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·</l><l n="389">τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="390">δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.</l><l n="391">κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι</l><l n="392">κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης</l><l n="393">ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ</l><l n="394">ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="396">καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν</l><l n="397">στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,</l><l n="398">θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="399">δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;</l><l n="400">ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων</l><l n="401">ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,</l><l n="402">εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·</l><l n="403">οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος</l><l n="404">νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,</l><l n="405">τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;</l><l n="406">ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,</l><l n="407">μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,</l><l n="408">ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,</l><l n="409">εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.</l><l n="410">κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·</l><l n="411">κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω</l><l n="412">πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="414">μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,</l><l n="415">τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,</l><l n="416">μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ</l><l n="417">Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,</l><l n="419">βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ</l><l n="420">σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.</l><milestone ed="p" n="421" unit="card"/><l n="421"><milestone ed="P" unit="para"/>αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,</l><l n="422">ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,</l><l n="423">ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.</l><l n="424">τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη</l><l n="425">ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·</l><l n="426">ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο</l><l n="427">ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·</l><q><l n="428">ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι</l><l n="429">ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.</l><l n="430">ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου</l><l n="431">σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·</l><l n="432">ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον</l><l n="433">ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε</l><l n="434">παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ</l><l n="435">ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="436">ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.</l></q><l n="437"><milestone ed="P" unit="para"/>τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q><l n="438">μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·</l><l n="439">νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,</l><l n="440">κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.</l><l n="441">ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·</l><l n="442">οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,</l><l n="443">οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς</l><l n="444">ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,</l><l n="445">νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,</l><l n="446">ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="447"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.</l><l n="448"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,</l><l n="449">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς</l><l n="450">εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.</l><l n="451">ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="452">δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="453">οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·</l><l n="454">ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.</l><l n="455">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="456">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l><l n="458">ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="459">ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="460">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q><l n="461"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.</l></div><div type="textpart" subtype="Book" n="4"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο</l><l n="2">χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη</l><l n="3">νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι</l><l n="4">δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·</l></div></div></body></text></TEI>