οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος· οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες. τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός· τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.