<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="216">ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς</l><l n="217">στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,</l><l n="218">σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,</l><l n="219">ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·</l><l n="220">φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.</l><l n="221">ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη</l><l n="222">καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,</l><l n="223">οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·</l><l n="224">οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.</l></q><milestone ed="p" n="225" unit="card"/><l n="225"><milestone ed="P" unit="para"/>τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·</l><q><l n="226">τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="227">ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;</l></q><l n="228"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="229">οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·</l><l n="230">Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς</l><l n="231">ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.</l></q></div></div></body></text></TEI>