παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως. ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,