<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="210">στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,</l><l n="211">ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·</l><l n="212">ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον</l><l n="213">ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,</l><l n="214">παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος</l><l n="215">οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.</l><l n="216">ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς</l><l n="217">στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,</l><l n="218">σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,</l><l n="219">ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·</l><l n="220">φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.</l><l n="221">ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη</l></q></div></div></body></text></TEI>