<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="207">τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,</l><l n="208">ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.</l><l n="209">ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν</l><l n="210">στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,</l><l n="211">ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·</l><l n="212">ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον</l><l n="213">ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,</l><l n="214">παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος</l><l n="215">οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.</l><l n="216">ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς</l><l n="217">στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,</l><l n="218">σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,</l><l n="219">ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·</l><l n="220">φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.</l><l n="221">ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη</l><l n="222">καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,</l><l n="223">οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·</l><l n="224">οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.</l></q><milestone ed="p" n="225" unit="card"/><l n="225"><milestone ed="P" unit="para"/>τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·</l><q><l n="226">τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="227">ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;</l></q><l n="228"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="229">οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·</l><l n="230">Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς</l><l n="231">ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.</l><l n="232">πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος</l><l n="233">οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.</l><l n="234">νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,</l><l n="235">οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·</l><l n="236">δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν</l><l n="237">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα</l><l n="238">αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.</l><l n="239">ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,</l><l n="240">ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,</l><l n="241">νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν</l><l n="242">αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα</l><l n="244">ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.</l><l n="245"><milestone ed="P" unit="para"/>κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ</l><l n="246">ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης</l><l n="247">ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν</l><l n="248">κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·</l><l n="249">ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·</l><q><l n="250">ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι</l><l n="251">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων</l><l n="252">ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·</l><l n="253">αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος</l><l n="254">μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·</l><l n="255">τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·</l><l n="256">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="257">ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται</l><l n="258">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους</l><l n="260">ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.</l><l n="261">ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="262">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·</l><l n="263">τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.</l><milestone ed="p" n="264" unit="card"/><l n="264"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="265">ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν</l><l n="266">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.</l><l n="267">ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="268">ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ</l><l n="269">ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον</l><l n="270">μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.</l><l n="271">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="272">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,</l><l n="273">ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα</l><l n="274">κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.</l><l n="275">τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="276">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,</l><l n="277">Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,</l><l n="278">καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας</l><l n="279">ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="280">ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·</l><l n="281">εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ</l><l n="282">αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,</l><l n="283">ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·</l><l n="284">εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,</l><l n="285">Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,</l><l n="286">τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="287">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q></div></div></body></text></TEI>