<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="204">ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·</l><l n="205">ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς</l><l n="206">σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="207">τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,</l><l n="208">ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.</l><l n="209">ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν</l><l n="210">στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,</l><l n="211">ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·</l><l n="212">ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον</l><l n="213">ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,</l></q></div></div></body></text></TEI>