ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,