<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="174">υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα</l><l n="175">παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.</l><l n="176">ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.</l><l n="177">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·</l><l n="178">οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="179">ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·</l><l n="180">δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·</l><q><l n="182">ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,</l><l n="183">ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.</l><l n="184">ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,</l><l n="185">ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους</l><l n="186">λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,</l><l n="187">οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·</l><l n="188">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην</l><l n="189">ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·</l><l n="190">ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.</l></q><milestone ed="p" n="191" unit="card"/><l n="191"><milestone ed="P" unit="para"/>δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·</l><q><l n="192">εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·</l><l n="193">μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="194">εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.</l><l n="195">τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="196">αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·</l><l n="197">ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,</l><l n="198">ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.</l></q><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><q><l n="200">οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,</l><l n="201">ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης</l><l n="202">εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.</l></q><l n="203"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="204">ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·</l><l n="205">ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς</l><l n="206">σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="207">τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,</l><l n="208">ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.</l><l n="209">ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν</l><l n="210">στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,</l><l n="211">ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·</l><l n="212">ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον</l><l n="213">ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,</l><l n="214">παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος</l><l n="215">οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.</l><l n="216">ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς</l><l n="217">στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,</l><l n="218">σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,</l><l n="219">ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·</l><l n="220">φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.</l><l n="221">ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη</l><l n="222">καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,</l><l n="223">οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·</l><l n="224">οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.</l></q><milestone ed="p" n="225" unit="card"/><l n="225"><milestone ed="P" unit="para"/>τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·</l><q><l n="226">τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="227">ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;</l></q><l n="228"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="229">οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·</l><l n="230">Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς</l><l n="231">ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.</l></q></div></div></body></text></TEI>