υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς· οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής· δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε. ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε· ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι· ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός· εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί· μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι. τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων. τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα· οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά. τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως. ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος· οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες. τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός· τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.