<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="174">υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα</l><l n="175">παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.</l><l n="176">ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.</l><l n="177">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·</l><l n="178">οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="179">ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·</l><l n="180">δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·</l><q><l n="182">ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,</l><l n="183">ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.</l><l n="184">ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,</l><l n="185">ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους</l></q></div></div></body></text></TEI>