καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε· ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·