<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="165">οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·</l><l n="166">ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς</l><l n="167">ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.</l><l n="168">ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,</l><l n="169">καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,</l><l n="170">οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.</l></q><l n="171"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="172">αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·</l><l n="173">ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο</l><l n="174">υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα</l><l n="175">παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.</l><l n="176">ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.</l><l n="177">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·</l><l n="178">οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="179">ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·</l><l n="180">δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·</l><q><l n="182">ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,</l><l n="183">ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.</l><l n="184">ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,</l><l n="185">ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους</l><l n="186">λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,</l><l n="187">οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·</l><l n="188">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην</l><l n="189">ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·</l><l n="190">ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.</l></q><milestone ed="p" n="191" unit="card"/><l n="191"><milestone ed="P" unit="para"/>δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·</l><q><l n="192">εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·</l><l n="193">μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="194">εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.</l><l n="195">τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="196">αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·</l><l n="197">ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,</l><l n="198">ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.</l></q><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l></div></div></body></text></TEI>