<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="162">δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,</l><l n="163">ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·</l><l n="164">οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν</l><l n="165">οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·</l><l n="166">ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς</l><l n="167">ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.</l><l n="168">ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,</l><l n="169">καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,</l><l n="170">οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.</l></q><l n="171"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="172">αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·</l><l n="173">ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο</l></q></div></div></body></text></TEI>