μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο. ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ· δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,