<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="150">γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ</l><l n="151">ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην</l><l n="152">δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·</l><l n="153">τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.</l><l n="154">οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,</l><l n="155">ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·</l><q><l n="156">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="157">τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·</l><l n="158">αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·</l><l n="159">ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,</l><l n="160">μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·</l></div></div></body></text></TEI>