ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας