<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="138">τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.</l></q><l n="139"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ</l><l n="140">ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·</l><l n="141">αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν</l><l n="142">ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα</l><l n="143">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,</l><l n="144">Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·</l><l n="145">αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.</l><milestone ed="p" n="146" unit="card"/><l n="146"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην</l><l n="147">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος</l><l n="148">Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω</l><l n="149">ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,</l></div></div></body></text></TEI>