<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="137">μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·</l><l n="138">τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.</l></q><l n="139"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ</l><l n="140">ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·</l><l n="141">αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν</l><l n="142">ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα</l><l n="143">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,</l><l n="144">Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·</l><l n="145">αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.</l><milestone ed="p" n="146" unit="card"/><l n="146"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην</l><l n="147">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος</l><l n="148">Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω</l><l n="149">ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,</l><l n="150">γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ</l><l n="151">ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην</l><l n="152">δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·</l><l n="153">τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.</l><l n="154">οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,</l><l n="155">ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·</l><q><l n="156">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="157">τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·</l><l n="158">αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·</l><l n="159">ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,</l><l n="160">μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·</l><q><l n="162">δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,</l><l n="163">ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·</l><l n="164">οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν</l><l n="165">οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·</l><l n="166">ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς</l><l n="167">ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.</l><l n="168">ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,</l><l n="169">καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,</l><l n="170">οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.</l></q><l n="171"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="172">αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·</l><l n="173">ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο</l><l n="174">υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα</l><l n="175">παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.</l><l n="176">ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.</l><l n="177">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·</l><l n="178">οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="179">ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·</l><l n="180">δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·</l><q><l n="182">ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,</l><l n="183">ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.</l><l n="184">ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,</l><l n="185">ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους</l><l n="186">λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,</l><l n="187">οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·</l><l n="188">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην</l><l n="189">ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·</l><l n="190">ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.</l></q><milestone ed="p" n="191" unit="card"/><l n="191"><milestone ed="P" unit="para"/>δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·</l><q><l n="192">εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·</l><l n="193">μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="194">εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.</l><l n="195">τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="196">αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·</l><l n="197">ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,</l><l n="198">ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.</l></q><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><q><l n="200">οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,</l><l n="201">ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης</l><l n="202">εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.</l></q><l n="203"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="204">ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·</l><l n="205">ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς</l><l n="206">σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="207">τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,</l><l n="208">ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.</l><l n="209">ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν</l><l n="210">στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,</l><l n="211">ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·</l><l n="212">ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον</l><l n="213">ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,</l></q></div></div></body></text></TEI>