<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="137">μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·</l><l n="138">τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.</l></q><l n="139"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ</l><l n="140">ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·</l><l n="141">αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν</l><l n="142">ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα</l><l n="143">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,</l><l n="144">Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·</l><l n="145">αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.</l><milestone ed="p" n="146" unit="card"/><l n="146"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην</l><l n="147">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος</l><l n="148">Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω</l><l n="149">ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,</l><l n="150">γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ</l><l n="151">ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην</l><l n="152">δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·</l><l n="153">τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.</l><l n="154">οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,</l><l n="155">ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·</l><q><l n="156">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="157">τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·</l><l n="158">αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·</l><l n="159">ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,</l><l n="160">μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·</l><q><l n="162">δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,</l><l n="163">ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·</l><l n="164">οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν</l><l n="165">οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·</l><l n="166">ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς</l><l n="167">ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.</l><l n="168">ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,</l><l n="169">καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,</l><l n="170">οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.</l></q><l n="171"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="172">αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·</l><l n="173">ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο</l><l n="174">υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα</l><l n="175">παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.</l><l n="176">ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.</l><l n="177">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·</l></q></div></div></body></text></TEI>