<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="12">τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·</l><l n="13">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς</l><l n="14">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="15"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="16">Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς</l><l n="17">παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα</l><l n="18">καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ</l><l n="19">πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους</l><l n="20">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.</l><l n="21"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος</l><l n="22">ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,</l><l n="23">ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας</l><l n="24">εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l><l n="25">πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν</l><l n="26">σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·</l><l n="27">ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα</l><l n="28">ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·</l><l n="29">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="30"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς</l><l n="31">ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,</l><l n="32">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><l n="33">ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη</l><l n="34">οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,</l><l n="35">ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,</l><l n="36">ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων</l><l n="37">δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.</l><milestone ed="p" n="38" unit="card"/><l n="38"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·</l><q><l n="39">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="40">αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·</l><l n="41">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν</l><l n="42">ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.</l><l n="43">ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="44">φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν</l><l n="45">εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.</l><l n="46">ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι</l><l n="47">πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,</l><l n="48">μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες</l><l n="49">ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων</l><l n="50">πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,</l><l n="51">δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;</l><l n="52">οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;</l><l n="53">γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·</l><l n="54">οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης</l><l n="55">ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.</l><l n="56">ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη</l><l n="57">λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.</l></q><l n="58"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="59">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·</l><l n="60">αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς</l><l n="61">ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ</l><l n="62">νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·</l><l n="63">ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·</l><l n="64">μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·</l><l n="65">οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="66">ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·</l><l n="67">νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="68">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="69">αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="70">συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·</l><l n="71">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,</l><l n="72">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="73">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="74">ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων</l><l n="75">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,</l><l n="77">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας</l><l n="78">μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="79">τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="80">ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·</l><l n="81">αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="82">ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·</l><l n="83">στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο</l><l n="85">ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="86">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="87">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.</l><l n="88">ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς</l><l n="89">τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="90">αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="91">οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.</l><l n="92">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται</l><l n="93">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="94">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.</l></q><l n="95"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="96">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="97">κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει</l><l n="98">θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη</l><l n="99">Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε</l><l n="100">εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·</l><l n="101">ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται</l></q></div></div></body></text></TEI>