οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί, τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα· Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·