<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="108">αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·</l><l n="109">οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω</l><l n="110">λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.</l><milestone ed="p" n="111" unit="card"/></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε</l><l n="112">ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.</l><l n="113">καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,</l><l n="114">τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ</l><l n="115">πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·</l><l n="116">Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε</l><l n="117">καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·</l><l n="118">αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων</l><l n="119">νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν</l><l n="120">οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.</l><l n="121"><milestone ed="P" unit="para"/>Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν</l><l n="122">εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,</l><l n="123">τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων</l><l n="124">Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.</l><l n="125">τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε</l><l n="126">δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους</l><l n="127">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="128">οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·</l><l n="129">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="130">δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι</l><l n="131">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="132">οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα</l></q></div></div></body></text></TEI>