τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον· ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί, τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα· Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ. Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο, Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις· αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ. οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον· οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω, μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο. ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ· δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε· ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς· οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής· δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε. ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε· ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι· ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·