τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον· ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,