<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="100">εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·</l><l n="101">ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται</l><l n="102">τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.</l><l n="103">οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,</l><l n="104">Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·</l><l n="105">ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ</l><l n="106">αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,</l><l n="107">μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.</l><l n="108">αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·</l></q></div></div></body></text></TEI>