εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς· ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον· ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·