φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος. βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη. Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,