εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος. βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη. Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα. ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν, αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ. αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,