ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα. εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.