μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.