πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.