<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="787">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.</l><l n="788"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="789">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.</l><l n="790">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο</l><l n="791">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="792">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="793">ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε</l><l n="794">μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.</l><l n="795">καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες</l><l n="796">πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.</l><l n="797">αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε</l><l n="798">πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·</l><l n="799">ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,</l><l n="800">μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="801">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα</l><l n="802">εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="803">δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.</l><l n="804"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.</l></div></div></body></text></TEI>