ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων. λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς. ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.