<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="772">σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.</l><l n="773">τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·</l><l n="774">οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="775">ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.</l><milestone ed="p" n="776" unit="card"/></q><l n="776"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.</l><l n="777">λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·</l><q><l n="778">ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ</l><l n="779">δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="780">πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν</l><l n="781">μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.</l></q><l n="782"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε</l></div></div></body></text></TEI>