<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="768">ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι</l><l n="769">δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,</l><l n="770">ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,</l><l n="771">ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες</l><l n="772">σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.</l><l n="773">τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·</l><l n="774">οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="775">ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.</l><milestone ed="p" n="776" unit="card"/></q><l n="776"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.</l><l n="777">λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·</l><q><l n="778">ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ</l><l n="779">δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="780">πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν</l><l n="781">μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.</l></q><l n="782"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε</l><l n="783">ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.</l><l n="784">ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·</l><l n="785">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,</l><l n="786">καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,</l><l n="787">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.</l><l n="788"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="789">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.</l><l n="790">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο</l><l n="791">πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ</l><l n="792">πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα</l><l n="793">ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε</l><l n="794">μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.</l><l n="795">καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες</l><l n="796">πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.</l><l n="797">αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε</l><l n="798">πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·</l><l n="799">ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,</l><l n="800">μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="801">χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα</l><l n="802">εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα</l><l n="803">δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.</l><l n="804"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.</l></div></div></body></text></TEI>