<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="761">τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·</l><q><l n="762">Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,</l><l n="763">ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,</l><l n="764">ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.</l><l n="765">ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν</l><l n="766">ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·</l><l n="767">ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·</l><l n="768">ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι</l><l n="769">δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,</l><l n="770">ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,</l><l n="771">ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες</l></q></div></div></body></text></TEI>